Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. καὶ πότμος εὐθυπορῶν
  2. ---
  3. ἀνδρὸς ἔπαισεν ἄφαντον ἕρμα.
  4. καὶ τὸ μὲν πρὸ χρημάτων
  5. κτησίων ὄκνος βαλὼν
  6. σφενδόνας ἀπ᾽ εὐμέτρου,
  7. οὐκ ἔδυ πρόπας δόμος
  8. πημονᾶς[*](πημονᾶς Victorius: πημονὰς codd.) γέμων ἄγαν,
  9. οὐδ᾽ ἐπόντισε σκάφος.
  10. πολλά τοι δόσις ἐκ Διὸς ἀμ-
  11. φιλαφής τε καὶ ἐξ ἀλόκων ἐπετειᾶν
  12. νῆστιν ὤλεσεν νόσον.
Χορός
  1. τὸ δ᾽ ἐπὶ γᾶν πεσὸν[*](πεσὸν Auratus: πεσόνθ᾽ codd.) ἅπαξ θανάσιμον
  2. προπάροιθ᾽[*](πρόπαρ Fl) ἀνδρὸς μέλαν αἷμα τίς ἂν
  3. πάλιν ἀγκαλέσαιτ᾽ ἐπαείδων;
  4. οὐδὲ[*](οὐδὲ] εὖ δὲ (sine interrogationis signo 1024) Wecklein) τὸν ὀρθοδαῆ
  5. τῶν φθιμένων ἀνάγειν
  6. Ζεὺς ἀπέπαυσεν[*](ἀπέπαυσεν Hartung: αὔτ᾽ ἔπαυσ᾽ codd.) ἐπ᾽ εὐλαβείᾳ;
  7. εἰ δὲ μὴ τεταγμένα
  8. μοῖρα μοῖραν ἐκ θεῶν