Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- σὺ τοί νιν οἶσθα διαπερῶν—
- σὺ δʼ οὐδὲν ὕστερος μαθών—
- ἐπεὶ κατῆλθες ἐς πόλιν,
- δορός γε τῷδʼ ἀντηρέτας.
- ὀλοὰ λέγειν.
- ὀλοὰ δʼ ὁρᾶν.
- ἰὼ πόνος—
- ἰὼ κακά—
- δώμασι καὶ χθονί.
- πρὸ πάντων δʼ ἐμοί.
- καὶ τὸ πρόσω γʼ ἐμοί.
- ἰὼ ἰὼ δυστόνων κακῶν, ἄναξ.
- ἰὼ πάντων πολυστονώτατοι.
- ἰὼ ἰὼ δαιμονῶντες ἄτᾳ.
- ἰὼ ἰώ, ποῦ σφε θήσομεν χθονός;
- ἰώ, ὅπου ʼσʼτι τιμιώτατον.
- ἰὼ ἰώ, πῆμα πατρὶ πάρευνον.
- δοκοῦντα καὶ δόξαντʼ ἀπαγγέλλειν με χρὴ
- δήμου προβούλοις τῆσδε Καδμείας πόλεως·
- Ἐτεοκλέα μὲν τόνδʼ ἐπʼ εὐνοίᾳ χθονὸς