Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. θάπτειν ἔδοξε γῆς φίλαις κατασκαφαῖς·
  2. στυγῶν γὰρ ἐχθροὺς θάνατον εἵλετʼ ἐν πόλει
  3. ἱερῶν πατρῴων δʼ ὅσιος ὢν μομφῆς ἄτερ
  4. τέθνηκεν οὗπερ τοῖς νέοις θνῄσκειν καλόν.
  5. οὕτω μὲν ἀμφὶ τοῦδʼ ἐπέσταλται λέγειν·
  6. τούτου δʼ ἀδελφὸν τόνδε Πολυνείκους νεκρὸν
  7. ἔξω βαλεῖν ἄθαπτον, ἁρπαγὴν κυσίν,
  8. ὡς ὄντʼ ἀναστατῆρα Καδμείων χθονός,
  9. εἰ μὴ θεῶν τις ἐμποδὼν ἔστη δορὶ
  10. τῷ τοῦδʼ·. ἄγος δὲ καὶ θανὼν κεκτήσεται
  11. θεῶν πατρῴων, οὓς ἀτιμάσας ὅδε
  12. στράτευμʼ ἐπακτὸν ἐμβαλὼν ᾕρει πόλιν.
  13. οὕτω πετηνῶν τόνδʼ ὑπʼ οἰωνῶν δοκεῖ
  14. ταφέντʼ ἀτίμως τοὐπιτίμιον λαβεῖν,
  15. καὶ μήθʼ ὁμαρτεῖν τυμβοχόα χειρώματα
  16. μήτʼ ὀξυμόλποις προσσέβειν οἰμώγμασιν,
  17. ἄτιμον εἶναι δʼ ἐκφορᾶς φίλων ὕπο.
  18. τοιαῦτʼ ἔδοξε τῷδε Καδμείων τέλει.
Ἀντιγόνη
  1. ἐγὼ δὲ Καδμείων γε προστάταις λέγω·
  2. ἢν μή τις ἄλλος τόνδε συνθάπτειν θέλῃ,