Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἄχθεα τῶνδε τάδʼ ἐγγύθεν.
- πέλας ἀδελφέʼ ἀδελφεῶν.
- ἰὼ Μοῖρα βαρυδότειρα μογερά,
- πότνιά τʼ Οἰδίπου σκιά,
- μέλαινʼ Ἐρινύς, ἦ μεγασθενής τις εἶ.
- ἠέ.
- ἠέ.
- δυσθέατα πήματα —
- ἔδειξεν ἐκ φυγᾶς ἐμοί.
- οὐδʼ ἵκεθʼ ὡς κατέκτανεν.
- σωθεὶς δὲ πνεῦμʼ ἀπώλεσεν.
- ὤλεσε δῆτʼ ἄγαν.
- καὶ τὸν ἐνόσφισεν.
- τάλαν γένος.
- τάλαν πάθος.
- δύστονα κήδεʼ ὁμαίμονα.
- δίυγρα τριπάλτων πημάτων.
- ἰὼ Μοῖρα βαρυδότειρα μογερά,
- πότνιά τʼ Οἰδίπου σκιά,
- μέλαινʼ Ἐρινύς, ἦ μεγασθενής τις εἶ.