Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. παισθεὶς ἔπαισας.
Ἰσμήνη
  1. σὺ δʼ ἔθανες κατακτανών.
Ἀντιγόνη
  1. δορὶ δʼ ἔκανες—
Ἰσμήνη
  1. δορὶ δʼ ἔθανες—
Ἀντιγόνη
  1. μελεοπόνος.
Ἰσμήνη
  1. μελεοπαθής.
Ἀντιγόνη
  1. ἴτω γόος.
Ἰσμήνη
  1. ἴτω δάκρυ.
Ἀντιγόνη
  1. πρόκεισαι —
Ἰσμήνη
  1. κατακτάς.
Ἀντιγόνη
  1. ἠέ.
Ἰσμήνη
  1. ἠέ.
Ἀντιγόνη
  1. μαίνεται γόοισι φρήν.
Ἰσμήνη
  1. ἐντὸς δὲ καρδία στένει.
Ἀντιγόνη
  1. ἰὼ ἰὼ πάνδυρτε σύ.
Ἰσμήνη
  1. σὺ δʼ αὖτε καὶ πανάθλιε.
Ἀντιγόνη
  1. πρὸς φίλου γʼ· ἔφθισο.
Ἰσμήνη
  1. καὶ φίλον ἔκτανες.
Ἀντιγόνη
  1. διπλᾶ λέγειν—
Ἰσμήνη
  1. διπλᾶ δʼ ὁρᾶν—