Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. πέπαυται δʼ ἔχθος, ἐν δὲ γαίᾳ
  2. ζόα φονορύτῳ
  3. μέμεικται· κάρτα δʼ εἴσʼ ὅμαιμοι.
  4. πικρὸς λυτὴρ νεικέων ὁ πόντιος
  5. ξεῖνος ἐκ πυρὸς συθεὶς
  6. θακτὸς σίδαρος· πικρὸς δὲ χρημάτων
  7. κακὸς δατητὰς Ἄρης ἀρὰν πατρῴ-
  8. αν τιθεὶς ἀλαθῆ.
Χορός
  1. ἔχουσι μοῖραν λαχόντες οἱ μέλεοι
  2. διοδότων ἀχθέων·
  3. ὑπὸ δὲ σώματι γᾶς
  4. πλοῦτος ἄβυσσος ἔσται.
  5. ἰὼ πολλοῖς ἐπανθίσαντες
  6. πόνοισι γενεάν·
  7. τελευταῖαι δʼ ἐπηλάλαξαν
  8. Ἀραὶ τὸν ὀξὺν νόμον, τετραμμένου
  9. παντρόπῳ φυγᾷ γένους.
  10. ἕστακε δʼ Ἄτας τροπαῖον ἐν πύλαις,
  11. ἐν αἷς ἐθείνοντο, καὶ δυοῖν κρατή-
  12. σας ἔληξε δαίμων.