Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. τόστονος, αὐτοπήμων,
  2. δαϊόφρων δʼ·, οὐ φιλογαθής, ἐτύμως
  3. δακρυχέων ἐκ φρενός, ἃ
  4. κλαιομένας μου μινύθει
  5. τοῖνδε δυοῖν ἀνάκτοιν.
Χορός
  1. πάρεστι δʼ εἰπεῖν ἐπʼ ἀθλίοισιν
  2. ὡς ἐρξάτην πολλὰ μὲν πολίτας,
  3. ξένων τε πάντων στίχας
  4. πολυφθόρους ἐν δαΐ.
  5. δυσδαίμων σφιν ἁ τεκοῦσα
  6. πρὸ πασᾶν γυναικῶν ὁπόσαι
  7. τεκνογόνοι κέκληνται.
  8. παῖδα τὸν αὑτᾶς πόσιν αὑτᾷ θεμένα
  9. τούσδʼ ἔτεχʼ, οἱ δʼ ὧδʼ ἐτελεύ-
  10. τασαν ὑπʼ ἀλλαλοφόνοις
  11. χερσὶν ὁμοσπόροισιν.
Χορός
  1. ὁμόσποροι δῆτα καὶ πανώλεθροι,
  2. διατομαῖς οὐ φίλοις,
  3. ἔριδι μαινομένᾳ,
  4. νείκεος ἐν τελευτᾷ.