Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ὁμόσποροι δῆτα καὶ πανώλεθροι,
  2. διατομαῖς οὐ φίλοις,
  3. ἔριδι μαινομένᾳ,
  4. νείκεος ἐν τελευτᾷ.
  5. πέπαυται δʼ ἔχθος, ἐν δὲ γαίᾳ
  6. ζόα φονορύτῳ
  7. μέμεικται· κάρτα δʼ εἴσʼ ὅμαιμοι.
  8. πικρὸς λυτὴρ νεικέων ὁ πόντιος
  9. ξεῖνος ἐκ πυρὸς συθεὶς
  10. θακτὸς σίδαρος· πικρὸς δὲ χρημάτων
  11. κακὸς δατητὰς Ἄρης ἀρὰν πατρῴ-
  12. αν τιθεὶς ἀλαθῆ.