Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- τοῖνδε δυοῖν ἀνάκτοιν.
- πάρεστι δʼ εἰπεῖν ἐπʼ ἀθλίοισιν
- ὡς ἐρξάτην πολλὰ μὲν πολίτας,
- ξένων τε πάντων στίχας
- πολυφθόρους ἐν δαΐ.
- δυσδαίμων σφιν ἁ τεκοῦσα
- πρὸ πασᾶν γυναικῶν ὁπόσαι
- τεκνογόνοι κέκληνται.
- παῖδα τὸν αὑτᾶς πόσιν αὑτᾷ θεμένα
- τούσδʼ ἔτεχʼ, οἱ δʼ ὧδʼ ἐτελεύ-
- τασαν ὑπʼ ἀλλαλοφόνοις
- χερσὶν ὁμοσπόροισιν.