Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἔχουσι μοῖραν λαχόντες οἱ μέλεοι
- διοδότων ἀχθέων·
- ὑπὸ δὲ σώματι γᾶς
- πλοῦτος ἄβυσσος ἔσται.
- ἰὼ πολλοῖς ἐπανθίσαντες
- πόνοισι γενεάν·
- τελευταῖαι δʼ ἐπηλάλαξαν
- Ἀραὶ τὸν ὀξὺν νόμον, τετραμμένου
- παντρόπῳ φυγᾷ γένους.
- ἕστακε δʼ Ἄτας τροπαῖον ἐν πύλαις,
- ἐν αἷς ἐθείνοντο, καὶ δυοῖν κρατή-
- σας ἔληξε δαίμων.