Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἀραίῳ τʼ ἐκ πατρὸς
  2. οὐ διχόφρονι πότμῳ.
Χορός
  1. διήκει δὲ καὶ πόλιν στόνος,
  2. στένουσι πύργοι,
  3. στένει πέδον φίλανδρον· μένει
  4. κτέανα δʼ ἐπιγόνοις,
  5. διʼ ὧν αἰνομόροις,
  6. διʼ ὧν νεῖκος ἔβα
  7. καὶ θανάτου τέλος.
  8. ἐμοιράσαντο δʼ ὀξυκάρδιοι
  9. κτήμαθʼ, ὥστʼ ἴσον λαχεῖν.
  10. διαλλακτῆρι δʼ οὐκ
  11. ἀμεμφεία φίλοις,
  12. οὐδʼ ἐπίχαρις Ἄρης.
Χορός
  1. σιδαρόπλακτοι μὲν ὧδʼ ἔχουσιν,
  2. σιδαρόπλακτοι δὲ τοὺς μένουσι,
  3. τάχʼ ἄν τις εἴποι, τίνες;
  4. τάφων πατρῴων λαχαί.
  5. ὅδʼ ἁμῶν μάλʼ ἀχέτας τοὺς
  6. προπέμπει δαϊκτὴρ γόος αὐ-