Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. δόμους πατρῴους ἑλόν-
  2. τες μέλεοι σὺν αἰχμᾷ.
  3. μέλεοι δῆθʼ οἳ μελέους θανάτους
  4. εὕροντο δόμων ἐπὶ λύμῃ.
Χορός
  1. ἰὼ ἰὼ δωμάτων
  2. ἐρειψίτοιχοι καὶ πικρὰς μοναρχίας
  3. ἰδόντες, ἤδη διήλ-
  4. λαχθε σὺν σιδάρῳ.
  5. κάρτα δʼ ἀληθῆ πατρὸς Οἰδιπόδα
  6. πότνιʼ Ἐρινὺς ἐπέκρανεν.
Χορός
  1. διʼ εὐωνύμων τετυμμένοι,
  2. τετυμμένοι δῆθʼ,
  3. ὁμοσπλάγχνων τε πλευρωμάτων
  4. ---
  5. αἰαῖ δαιμόνιοι,
  6. αἰαῖ δʼ ἀντιφόνων
  7. θανάτων ἀραί.
  8. διανταίαν λέγεις πλαγὰν δόμοισι καὶ
  9. σώμασιν πεπλαγμένους, ἐννέπω
  10. ἀναυδάτῳ μένει