Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἐρέσσετʼ ἀμφὶ κρατὶ πόμπιμον χεροῖν
- πίτυλον, ὃς αἰὲν διʼ Ἀχέροντʼ ἀμείβεται
- τὰν ἄστολον μελάγκροκον ναύστολον θεωρίδα,
- τὰν ἀστιβῆ Ἀπόλλωνι, τὰν ἀνάλιον
- πάνδοκον εἰς ἀφανῆ τε χέρσον.
- ἀλλὰ γὰρ ἥκουσʼ αἵδʼ ἐπὶ πρᾶγος
- πικρὸν Ἀντιγόνη τʼ ἠδʼ Ἰσμήνη,
- θρῆνον ἀδελφοῖν· οὐκ ἀμφιβόλως
- οἶμαί σφʼ ἐρατῶν ἐκ βαθυκόλπων
- στηθέων ἥσειν ἄλγος ἐπάξιον.
- ἡμᾶς δὲ δίκη πρότερον φήμης
- τὸν δυσκέλαδόν θʼ ὕμνον Ἐρινύος
- ἰαχεῖν Ἀίδα τʼ
- ἐχθρὸν παιᾶνʼ ἐπιμέλπειν.
- ἰώ, δυσαδελφόταται πασῶν ὁπόσαι
- στρόφον ἐσθῆσιν περιβάλλονται,
- κλαίω, στένομαι, καὶ δόλος οὐδεὶς
- μὴ ʼκ φρενὸς ὀρθῶς με λιγαίνειν.
- ἰὼ ἰὼ δύσφρονες,
- φίλων ἄπιστοι καὶ κακῶν ἀτρύμονες,