Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἔτευξα τύμβῳ μέλος
  2. Θυιὰς αἱματοσταγεῖς
  3. νεκροὺς κλύουσα δυσμόρως
  4. θανόντας· ἦ δύσορνις ἅ-
  5. δε ξυναυλία δορός.
Χορός
  1. ἐξέπραξεν, οὐδʼ ἀπεῖπεν
  2. πατρόθεν εὐκταία φάτις·
  3. βουλαὶ δʼ ἄπιστοι Λαΐου διήρκεσαν.
  4. μέριμνα δʼ ἀμφὶ πτόλιν·
  5. θέσφατʼ οὐκ ἀμβλύνεται.
  6. ἰὼ πολύστονοι, τόδʼ ἠρ-
  7. γάσασθʼ ἄπιστον· ἦλθε δʼ αἰ-
  8. ακτὰ πήματʼ οὐ λόγῳ.
Χορός
  1. τάδʼ αὐτόδηλα, προῦπτος ἀγγέλου λόγος·
  2. διπλαῖ μέριμναι, διδυμάνορα
  3. κάκʼ αὐτοφόνα, δίμοιρα τέ-
  4. λεια τάδε πάθη. τί φῶ;
  5. τί δʼ ἄλλο γʼ ἢ πόνοι πόνων
  6. δόμων ἐφέστιοι;
  7. ἀλλὰ γόων, ὦ φίλαι, κατʼ οὖρον