Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. πόλιν μὲν εὖ πράσσουσαν, οἱ δʼ ἐπιστάται,
  2. δισσὼ στρατηγώ, διέλαχον σφυρηλάτῳ
  3. Σκύθῃ σιδήρῳ κτημάτων παμπησίαν.
  4. ἕξουσι δʼ ἣν λάβωσιν ἐν ταφῇ χθονός,
  5. πατρὸς κατʼ εὐχὰς δυσπότμως φορούμενοι.
  6. πόλις σέσωσται· βασιλέοιν δʼ ὁμοσπόροιν
  7. πέπωκεν αἷμά γαῖʼ ὑπʼ ἀλλήλων φόνῳ.
Χορός
  1. ὦ μεγάλε Ζεῦ καὶ πολιοῦχοι
  2. δαίμονες, οἳ δὴ Κάδμου πύργους
  3. τούσδε ῥύεσθε,
  4. πότερον χαίρω κἀπολολύξω
  5. πόλεως ἀσινεῖ σωτῆρι . .,
  6. ἢ τοὺς μογεροὺς καὶ δυσδαίμονας
  7. ἀτέκνους κλαύσω πολεμάρχους;
  8. οἳ δῆτʼ ὀρθῶς κατʼ ἐπωνυμίαν
  9. καὶ πολυνεικεῖς
  10. ὤλοντʼ ἀσεβεῖ διανοίᾳ.
Χορός
  1. ὦ μέλαινα καὶ τελεία
  2. γένεος Οἰδίπου τʼ ἀρά,
  3. κακόν με καρδίαν τι περιπίτνει κρύος.