Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- οὕτως ἀδελφαῖς χερσὶν ἠναίρονθʼ ἅμα ;
- οὕτως ὁ δαίμων κοινὸς ἦν ἀμφοῖν ἄγαν.
- αὐτὸς δʼ ἀναλοῖ δῆτα δύσποτμον γένος.
- τοιαῦτα χαίρειν καὶ δακρύεσθαι πάρα·
- πόλιν μὲν εὖ πράσσουσαν, οἱ δʼ ἐπιστάται,
- δισσὼ στρατηγώ, διέλαχον σφυρηλάτῳ
- Σκύθῃ σιδήρῳ κτημάτων παμπησίαν.
- ἕξουσι δʼ ἣν λάβωσιν ἐν ταφῇ χθονός,
- πατρὸς κατʼ εὐχὰς δυσπότμως φορούμενοι.
- πόλις σέσωσται· βασιλέοιν δʼ ὁμοσπόροιν
- πέπωκεν αἷμά γαῖʼ ὑπʼ ἀλλήλων φόνῳ.
- ὦ μεγάλε Ζεῦ καὶ πολιοῦχοι