Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. δαίμονες, οἳ δὴ Κάδμου πύργους
  2. τούσδε ῥύεσθε,
  3. πότερον χαίρω κἀπολολύξω
  4. πόλεως ἀσινεῖ σωτῆρι . .,
  5. ἢ τοὺς μογεροὺς καὶ δυσδαίμονας
  6. ἀτέκνους κλαύσω πολεμάρχους;
  7. οἳ δῆτʼ ὀρθῶς κατʼ ἐπωνυμίαν
  8. καὶ πολυνεικεῖς
  9. ὤλοντʼ ἀσεβεῖ διανοίᾳ.
Χορός
  1. ὦ μέλαινα καὶ τελεία
  2. γένεος Οἰδίπου τʼ ἀρά,
  3. κακόν με καρδίαν τι περιπίτνει κρύος.