Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- καλῶς ἔχει τὰ πλεῖστʼ, ἐν ἓξ πυλώμασι·
- τὰς δʼ ἑβδόμας ὁ σεμνὸς ἑβδομαγέτης
- ἄναξ Ἀπόλλων εἵλετʼ, Οἰδίπου γένει
- κραίνων παλαιὰς Λαΐου δυσβουλίας.
- τί δʼ ἔστι πρᾶγμα νεόκοτον πόλει πλέον;
- πόλις σέσωσται· βασιλέες δʼ ὁμόσποροι—
- τίνες; τί δʼ εἶπας; παραφρονῶ φόβῳ λόγου.
- φρονοῦσα νῦν ἄκουσον· Οἰδίπου τόκοι —
- οἲ ʼγὼ τάλαινα, μάντις εἰμὶ τῶν κακῶν.
- οὐδʼ ἀμφιλέκτως μὴν κατεσποδημένοι—
- ἐκεῖθι κεῖσθον ; βαρέα δʼ οὖν ὅμως φράσον.
- ἅνδρες τεθνᾶσιν ἐκ χερῶν αὐτοκτόνων.