Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- αἰαῖ, πικρογλώσσους ἀράς,
- καί σφε σιδαρονόμῳ
- διὰ χερί ποτε λαχεῖν
- κτήματα· νῦν δὲ τρέω
- μὴ τελέσῃ καμψίπους Ἐρινύς.
- θαρσεῖτε, παῖδες μητέρων τεθραμμέναι.
- πόλις πέφευγεν ἥδε δούλιον ζυγόν·
- πέπτωκεν ἀνδρῶν ὀβρίμων κομπάσματα·
- πόλις δʼ ἐν εὐδίᾳ τε καὶ κλυδωνίου
- πολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐδέξατο.
- στέγει δὲ πύργος, καὶ πύλας φερεγγύοις
- ἐφραξάμεσθα μονομάχοισι προστάταις·