Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. χάρις δʼ ἀφʼ ἡμῶν ὀλομένων θαυμάζεται·
  2. τί οὖν ἔτʼ ἂν σαίνοιμεν ὀλέθριον μόρον;
Χορός
  1. νῦν ὅτε σοι παρέστακεν· ἐπεὶ δαίμων
  2. λήματος ἐν τροπαίᾳ χρονίᾳ μεταλ-
  3. λακτὸς ἴσως ἂν ἔλθοι θελεμωτέρῳ
  4. πνεύματι· νῦν δʼ ἔτι ζεῖ.
Ἐτεοκλής
  1. ἐξέζεσεν γὰρ Οἰδίπου κατεύγματα·
  2. ἄγαν δʼ ἀληθεῖς ἐνυπνίων φαντασμάτων
  3. ὄψεις, πατρῴων χρημάτων δατήριοι.
Χορός
  1. πιθοῦ γυναιξί, καίπερ οὐ στέργων ὅμως.
Ἐτεοκλής
  1. λέγοιτʼ ἂν ὧν ἄνη τις· οὐδὲ χρὴ μακράν.
Χορός
  1. μὴ ʼλθῃς ὁδοὺς σὺ τάσδʼ ἐφʼ ἑβδόμαις πύλαις.