Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. τεθηγμένον τοί μʼ οὐκ ἀπαμβλυνεῖς λόγῳ.
Χορός
  1. νίκην γε μέντοι καὶ κακὴν τιμᾷ θεός.
Ἐτεοκλής
  1. οὐκ ἄνδρʼ ὁπλίτην τοῦτο χρὴ στέργειν ἔπος.
Χορός
  1. ἀλλʼ αὐτάδελφον αἷμα δρέψασθαι θέλεις;
Ἐτεοκλής
  1. θεῶν διδόντων οὐκ ἂν ἐκφύγοις κακά.
Χορός
  1. πέφρικα τὰν ὠλεσίοικον
  2. θεόν, οὐ θεοῖς ὁμοίαν,
  3. παναλαθῆ κακόμαντιν
  4. πατρὸς εὐκταίαν Ἐρινὺν
  5. τελέσαι τὰς περιθύμους
  6. κατάρας Οἰδιπόδα βλαψίφρονος·
  7. παιδολέτωρ δʼ ἔρις ἅδʼ ὀτρύνει.