Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- Φοίβῳ στυγηθὲν πᾶν τὸ Λαΐου γένος.
- ὠμοδακής σʼ ἄγαν ἵμερος ἐξοτρύ-
- νει πικρόκαρπον ἀνδροκτασίαν τελεῖν
- αἵματος οὐ θεμιστοῦ.
- φίλου γὰρ ἐχθρά μοι πατρὸς τάλαινʼ ἀρὰ
- ξηροῖς ἀκλαύτοις ὄμμασιν προσιζάνει,
- λέγουσα κέρδος πρότερον ὑστέρου μόρου.
- ἀλλὰ σὺ μὴ ʼποτρύνου· κακὸς οὐ κεκλή-
- σῃ βίον εὖ κυρήσας· μελάναιγις δʼ· οὐκ
- εἶσι δόμων Ἐρινύς, ὅταν ἐκ χερῶν
- θεοὶ θυσίαν δέχωνται;
- θεοῖς μὲν ἤδη πως παρημελήμεθα,