Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἀλλʼ ἄνδρας Ἀργείοισι Καδμείους ἅλις
- ἐς χεῖρας ἐλθεῖν· αἷμα γὰρ καθάρσιον.
- ἀνδροῖν δʼ ὁμαίμοιν θάνατος ὧδʼ αὐτοκτόνος,
- οὐκ ἔστι γῆρας τοῦδε τοῦ μιάσματος.
- εἴπερ κακὸν φέροι τις, αἰσχύνης ἄτερ
- ἔστω· μόνον γὰρ κέρδος ἐν τεθνηκόσι·
- κακῶν δὲ κᾀσχρῶν οὔτινʼ εὐκλείαν ἐρεῖς.
- τί μέμονας, τέκνον; μή τί σε θυμοπλη-
- θὴς δορίμαργος ἄτα φερέτω· κακοῦ δʼ
- ἔκβαλʼ ἔρωτος ἀρχάν.
- ἐπεὶ τὸ πρᾶγμα κάρτʼ ἐπισπέρχει θεός,
- ἴτω κατʼ οὖρον κῦμα Κωκυτοῦ λαχὸν