Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. Δίκη προσεῖδε καὶ κατηξιώσατο·
  2. οὐδʼ ἐν πατρῴας μὴν χθονὸς κακουχίᾳ
  3. οἶμαί νιν αὐτῷ νῦν παραστατεῖν πέλας.
  4. ἦ δῆτʼ ἂν εἴη πανδίκως ψευδώνυμος
  5. Δίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας.
  6. τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι
  7. αὐτός· τίς ἄλλος μᾶλλον ἐνδικώτερος;
  8. ἄρχοντί τʼ ἄρχων καὶ κασιγνήτῳ κάσις,
  9. ἐχθρὸς σὺν ἐχθρῷ στήσομαι. φέρʼ ὡς τάχος
  10. κνημῖδας, αἰχμῆς καὶ πέτρων προβλήματα.
Χορός
  1. μή, φίλτατʼ ἀνδρῶν, Οἰδίπου τέκος, γένῃ
  2. ὀργὴν ὁμοῖος τῷ κάκιστʼ αὐδωμένῳ·