Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι.
  2. ἀλλʼ οὔτε κλαίειν οὔτʼ ὀδύρεσθαι πρέπει,
  3. μὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος.
  4. ἐπωνύμῳ δὲ κάρτα, Πολυνείκει λέγω,
  5. τάχʼ εἰσόμεσθα τοὐπίσημʼ ὅποι τελεῖ,
  6. εἴ νιν κατάξει χρυσότευκτα γράμματα
  7. ἐπʼ ἀσπίδος φλύοντα σὺν φοίτῳ φρενῶν.
  8. εἰ δʼ ἡ Διὸς παῖς παρθένος Δίκη παρῆν
  9. ἔργοις ἐκείνου καὶ φρεσίν, τάχʼ ἂν τόδʼ ἦν·
  10. ἀλλʼ οὔτε νιν φυγόντα μητρόθεν σκότον,
  11. οὔτʼ ἐν τροφαῖσιν, οὔτʼ ἐφηβήσαντά πω,
  12. οὔτʼ ἐν γενείου ξυλλογῇ τριχώματος,