Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ·
  2. κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον
  3. ὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγου
  4. εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσῃ.
Ἐτεοκλής
  1. ὦ Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί,
  2. Ἀρά τʼ Ἐρινὺς πατρὸς ἡ μεγασθενής,
  3. μή μοι πόλιν γε πρυμνόθεν πανώλεθρον
  4. ἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδος
  5. φθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους·
  6. ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν
  7. ζυγοῖσι δουλίοισι μήποτε σχεθεῖν·
  8. γένεσθε δʼ ἀλκή· ξυνὰ δʼ ἐλπίζω λέγειν·