Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.
- θρέομαι φοβερὰ μεγάλʼ ἄχη·
- μεθεῖται στρατός· στρατόπεδον λιπὼν
- ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας·
- αἰθερία κόνις με πείθει φανεῖσʼ,
- ἄναυδος σαφὴς ἔτυμος ἄγγελος.
- ἔτι δὲ γᾶς ἐμᾶς πεδίʼ ὁπλόκτυπʼ ὠ-
- τὶ χρίμπτει βοάν· ποτᾶται, βρέμει δʼ
- ἀμαχέτου δίκαν ὕδατος ὀροτύπου.
- ἰὼ ἰὼ
- ἰὼ θεοὶ θεαί τʼ ὀρόμενον κακὸν
- βοᾷ τειχέων ὕπερ ἀλεύσατε.