Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἔπνει, λεόντων ὡς Ἄρη δεδορκότων.
  2. καὶ τῶνδε πύστις οὐκ ὄκνῳ χρονίζεται·
  3. κληρουμένους δʼ ἔλειπον, ὡς πάλῳ λαχὼν
  4. ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον.
  5. πρὸς ταῦτʼ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως
  6. πυλῶν ἐπʼ ἐξόδοισι τάγευσαι τάχος·
  7. ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς
  8. χωρεῖ, κονίει, πεδία δʼ ἀργηστὴς ἀφρὸς
  9. χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων.
  10. σὺ δʼ ὥστε ναὸς κεδνὸς οἰακοστρόφος
  11. φράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰς
  12. Ἄρεως· βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ·