Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἁλώσιμον παιᾶνʼ ἐπεξιακχάσας,
  2. σοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας,
  3. ἢ ζῶντʼ ἀτιμαστῆρα τὼς ἀνδρηλάτην
  4. φυγῇ τὸν αὐτὸν τόνδε τείσασθαι τρόπον.
  5. τοιαῦτʼ ἀυτεῖ καὶ θεοὺς γενεθλίους
  6. καλεῖ πατρῴας γῆς ἐποπτῆρας λιτῶν
  7. τῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία.
  8. ἔχει δὲ καινοπηγὲς εὔκυκλον σάκος
  9. διπλοῦν τε σῆμα προσμεμηχανημένον.
  10. χρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖν
  11. ἄγει γυνή τις σωφρόνως ἡγουμένη.
  12. Δίκη δʼ ἄρʼ εἶναί φησιν, ὡς τὰ γράμματα
  13. λέγει κατάξω δʼ ἄνδρα τόνδε καὶ πόλιν
  14. ἕξει πατρῴων δωμάτων τʼ ἐπιστροφάς.
  15. τοιαῦτʼ ἐκείνων ἐστὶ τἀξευρήματα.
  16. σὺ δʼ αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖ·
  17. ὡς οὔποτʼ ἀνδρὶ τῷδε κηρυκευμάτων
  18. μέμψῃ, σὺ δʼ αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν.
Ἐτεοκλής
  1. ὦ θεομανές τε καὶ θεῶν μέγα στύγος,
  2. ὦ πανδάκρυτον ἁμὸν Οἰδίπου γένος·