Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- δοκῶ μὲν οὖν σφε μηδὲ προσβαλεῖν πύλαις
- οὐχ ὡς ἄθυμος οὐδὲ λήματος κάκῇ,
- ἀλλʼ οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ,
- εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου·
- φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια.
- ὅμως δʼ ἐπʼ αὐτῷ φῶτα, Λασθένους βίαν,
- ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν,
- γέροντα τὸν νοῦν, σάρκα δʼ ἡβῶσαν φύει,
- ποδῶκες ὄμμα, χεῖρα δʼ οὐ βραδύνεται
- παρʼ ἀσπίδος γυμνωθὲν ἁρπάσαι δόρυ.
- θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς.
- κλύοντες θεοὶ δικαίας λιτὰς
- ἁμετέρας τελεῖθʼ, ὡς πόλις εὐτυχῇ,
- δορίπονα κάκʼ ἐκτρέποντες ἐς γᾶς
- ἐπιμόλους· πύργων δʼ ἔκτοθεν
- βαλὼν Ζεύς σφε κάνοι κεραυνῷ.
- τὸν ἕβδομον δὴ τόνδʼ ἐφʼ ἑβδόμαις πύλαις
- λέξω, τὸν αὐτοῦ σοῦ κασίγνητον, πόλει
- οἵας ἀρᾶται καὶ κατεύχεται τύχας·
- πύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονί,