Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι.
- ἀλλʼ οὔτε κλαίειν οὔτʼ ὀδύρεσθαι πρέπει,
- μὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος.
- ἐπωνύμῳ δὲ κάρτα, Πολυνείκει λέγω,
- τάχʼ εἰσόμεσθα τοὐπίσημʼ ὅποι τελεῖ,
- εἴ νιν κατάξει χρυσότευκτα γράμματα
- ἐπʼ ἀσπίδος φλύοντα σὺν φοίτῳ φρενῶν.
- εἰ δʼ ἡ Διὸς παῖς παρθένος Δίκη παρῆν
- ἔργοις ἐκείνου καὶ φρεσίν, τάχʼ ἂν τόδʼ ἦν·
- ἀλλʼ οὔτε νιν φυγόντα μητρόθεν σκότον,
- οὔτʼ ἐν τροφαῖσιν, οὔτʼ ἐφηβήσαντά πω,
- οὔτʼ ἐν γενείου ξυλλογῇ τριχώματος,
- Δίκη προσεῖδε καὶ κατηξιώσατο·
- οὐδʼ ἐν πατρῴας μὴν χθονὸς κακουχίᾳ
- οἶμαί νιν αὐτῷ νῦν παραστατεῖν πέλας.
- ἦ δῆτʼ ἂν εἴη πανδίκως ψευδώνυμος
- Δίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας.
- τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι
- αὐτός· τίς ἄλλος μᾶλλον ἐνδικώτερος;
- ἄρχοντί τʼ ἄρχων καὶ κασιγνήτῳ κάσις,