Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- τούτῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας
- πέμπειν ἐπαινῶ. δεινὸς ὃς θεοὺς σέβει.
- φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς
- δίκαιον ἄνδρα τοῖσι δυσσεβεστέροις.
- ἐν παντὶ πράγει δʼ ἔσθʼ ὁμιλίας κακῆς
- κάκιον οὐδέν, καρπὸς οὐ κομιστέος·
- ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται.
- ἢ γὰρ ξυνεισβὰς πλοῖον εὐσεβὴς ἀνὴρ
- ναύταισι θερμοῖς καὶ πανουργίᾳ τινὶ
- ὄλωλεν ἀνδρῶν σὺν θεοπτύστῳ γένει,
- ἢ ξὺν πολίταις ἀνδράσιν δίκαιος ὢν
- ἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν,
- ταὐτοῦ κυρήσας ἐκδίκως ἀγρεύματος,
- πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ ʼδάμη.
- οὕτως δʼ ὁ μάντις, υἱὸν Οἰκλέους λέγω,
- σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ,
- μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶς
- θρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν,
- τείνουσι πομπὴν τὴν μακρὰν πάλιν μολεῖν,
- Διὸς θέλοντος ξυγκαθελκυσθήσεται.