Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων.
- σὺ δʼ ὥστε ναὸς κεδνὸς οἰακοστρόφος
- φράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰς
- Ἄρεως· βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ·
- καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ·
- κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον
- ὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγου
- εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσῃ.
- ὦ Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί,
- Ἀρά τʼ Ἐρινὺς πατρὸς ἡ μεγασθενής,
- μή μοι πόλιν γε πρυμνόθεν πανώλεθρον
- ἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδος
- φθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους·
- ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν
- ζυγοῖσι δουλίοισι μήποτε σχεθεῖν·
- γένεσθε δʼ ἀλκή· ξυνὰ δʼ ἐλπίζω λέγειν·
- πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.
- θρέομαι φοβερὰ μεγάλʼ ἄχη·
- μεθεῖται στρατός· στρατόπεδον λιπὼν
- ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας·