Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- αὐτὸς κατόπτης δʼ εἴμʼ ἐγὼ τῶν πραγμάτων·
- ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται,
- ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος
- καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου,
- Ἄρη τʼ, Ἐνυώ, καὶ φιλαίματον Φόβον
- ὡρκωμότησαν ἢ πόλει κατασκαφὰς
- θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ,
- ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ·
- μνημεῖά θʼ αὑτῶν τοῖς τεκοῦσιν ἐς δόμους
- πρὸς ἅρμʼ Ἀδράστου χερσὶν ἔστεφον, δάκρυ
- λείβοντες· οἶκτος δʼ οὔτις ἦν διὰ στόμα.
- σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων
- ἔπνει, λεόντων ὡς Ἄρη δεδορκότων.
- καὶ τῶνδε πύστις οὐκ ὄκνῳ χρονίζεται·
- κληρουμένους δʼ ἔλειπον, ὡς πάλῳ λαχὼν
- ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον.
- πρὸς ταῦτʼ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως
- πυλῶν ἐπʼ ἐξόδοισι τάγευσαι τάχος·
- ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς
- χωρεῖ, κονίει, πεδία δʼ ἀργηστὴς ἀφρὸς