Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. αἰθερία κόνις με πείθει φανεῖσʼ,
  2. ἄναυδος σαφὴς ἔτυμος ἄγγελος.
  3. ἔτι δὲ γᾶς ἐμᾶς πεδίʼ ὁπλόκτυπʼ ὠ-
  4. τὶ χρίμπτει βοάν· ποτᾶται, βρέμει δʼ
  5. ἀμαχέτου δίκαν ὕδατος ὀροτύπου.
  6. ἰὼ ἰὼ
  7. ἰὼ θεοὶ θεαί τʼ ὀρόμενον κακὸν
  8. βοᾷ τειχέων ὕπερ ἀλεύσατε.
  9. ὁ λεύκασπις ὄρνυται λαὸς εὐ-
  10. τρεπὴς ἐπὶ πόλιν διώκων πόδα.
  11. τίς ἄρα ῥύσεται, τίς ἄρʼ ἐπαρκέσει
  12. θεῶν ἢ θεᾶν;
  13. πότερα δῆτʼ ἐγὼ πάτρια ποτιπέσω
  14. βρέτη δαιμόνων;
  15. ἰὼ μάκαρες εὔεδροι,
  16. ἀκμάζει βρετέων ἔχεσθαι· τί μέλ-
  17. λομεν ἀγάστονοι;
  18. ἀκούετʼ ἢ οὐκ ἀκούετʼ ἀσπίδων κτύπον;
  19. πέπλων καὶ στεφέων πότʼ εἰ μὴ νῦν ἀμ-
  20. φὶ λιτάνʼ ἕξομεν;