Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. κακῶν τʼ Ἀδράστῳ τῶνδε βουλευτήριον.
  2. καὶ τὸν σὸν αὖθις προσθροῶν ὁμόσπορον,
  3. ἐξυπτιάζων ὄμμα, Πολυνείκους βίαν,
  4. δίς τʼ ἐν τελευτῇ τοὔνομʼ ἐνδατούμενος,
  5. καλεῖ. λέγει δὲ τοῦτʼ ἔπος διὰ στόμα·
  6. ἦ τοῖον ἔργον καὶ θεοῖσι προσφιλές,
  7. καλόν τʼ ἀκοῦσαι καὶ λέγειν μεθυστέροις,
  8. πόλιν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς
  9. πορθεῖν, στράτευμʼ ἐπακτὸν ἐμβεβληκότα;
  10. μητρός τε πηγὴν τίς κατασβέσει δίκη;
  11. πατρίς τε γαῖα σῆς ὑπὸ σπουδῆς δορὶ
  12. ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται;
  13. ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα,
  14. μάντις κεκευθὼς πολεμίας ὑπὸ χθονός.
  15. μαχώμεθʼ, οὐκ ἄτιμον ἐλπίζω μόρον.
  16. τοιαῦθʼ ὁ μάντις ἀσπίδʼ εὐκήλως ἔχων
  17. πάγχαλκον ηὔδα· σῆμα δʼ οὐκ ἐπῆν κύκλῳ.
  18. οὐ γὰρ δοκεῖν ἄριστος, ἀλλʼ εἶναι θέλει,
  19. βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος,
  20. ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα.