Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. τούτῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας
  2. πέμπειν ἐπαινῶ. δεινὸς ὃς θεοὺς σέβει.
Ἐτεοκλής
  1. φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς
  2. δίκαιον ἄνδρα τοῖσι δυσσεβεστέροις.
  3. ἐν παντὶ πράγει δʼ ἔσθʼ ὁμιλίας κακῆς
  4. κάκιον οὐδέν, καρπὸς οὐ κομιστέος·
  5. ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται.
  6. ἢ γὰρ ξυνεισβὰς πλοῖον εὐσεβὴς ἀνὴρ
  7. ναύταισι θερμοῖς καὶ πανουργίᾳ τινὶ
  8. ὄλωλεν ἀνδρῶν σὺν θεοπτύστῳ γένει,
  9. ἢ ξὺν πολίταις ἀνδράσιν δίκαιος ὢν
  10. ἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν,