Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. πορθεῖν, στράτευμʼ ἐπακτὸν ἐμβεβληκότα;
  2. μητρός τε πηγὴν τίς κατασβέσει δίκη;
  3. πατρίς τε γαῖα σῆς ὑπὸ σπουδῆς δορὶ
  4. ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται;
  5. ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα,
  6. μάντις κεκευθὼς πολεμίας ὑπὸ χθονός.
  7. μαχώμεθʼ, οὐκ ἄτιμον ἐλπίζω μόρον.
  8. τοιαῦθʼ ὁ μάντις ἀσπίδʼ εὐκήλως ἔχων
  9. πάγχαλκον ηὔδα· σῆμα δʼ οὐκ ἐπῆν κύκλῳ.
  10. οὐ γὰρ δοκεῖν ἄριστος, ἀλλʼ εἶναι θέλει,
  11. βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος,
  12. ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα.