Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ταὐτοῦ κυρήσας ἐκδίκως ἀγρεύματος,
  2. πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ ʼδάμη.
  3. οὕτως δʼ ὁ μάντις, υἱὸν Οἰκλέους λέγω,
  4. σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ,
  5. μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶς
  6. θρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν,
  7. τείνουσι πομπὴν τὴν μακρὰν πάλιν μολεῖν,
  8. Διὸς θέλοντος ξυγκαθελκυσθήσεται.
  9. δοκῶ μὲν οὖν σφε μηδὲ προσβαλεῖν πύλαις
  10. οὐχ ὡς ἄθυμος οὐδὲ λήματος κάκῇ,
  11. ἀλλʼ οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ,
  12. εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου·