Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- κακοῖσι βάζει πολλὰ Τυδέως βίαν·
- τὸν ἀνδροφόντην, τὸν πόλεως ταράκτορα,
- μέγιστον Ἄργει τῶν κακῶν διδάσκαλον,
- Ἐρινύος κλητῆρα, πρόσπολον φόνου,
- κακῶν τʼ Ἀδράστῳ τῶνδε βουλευτήριον.
- καὶ τὸν σὸν αὖθις προσθροῶν ὁμόσπορον,
- ἐξυπτιάζων ὄμμα, Πολυνείκους βίαν,
- δίς τʼ ἐν τελευτῇ τοὔνομʼ ἐνδατούμενος,
- καλεῖ. λέγει δὲ τοῦτʼ ἔπος διὰ στόμα·
- ἦ τοῖον ἔργον καὶ θεοῖσι προσφιλές,
- καλόν τʼ ἀκοῦσαι καὶ λέγειν μεθυστέροις,
- πόλιν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς