Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. εἰκὼ φέροντα πολεμίας ἐπʼ ἀσπίδος·
  2. ἣ ʼξωθεν εἴσω τῷ φέροντι μέμψεται,
  3. πυκνοῦ κροτησμοῦ τυγχάνουσʼ ὑπὸ πτόλιν.
  4. θεῶν θελόντων τἂν ἀληθεύσαιμʼ ἐγώ.
Χορός
  1. ἱκνεῖται λόγος διὰ στηθέων,
  2. τριχὸς δʼ ὀρθίας πλόκαμος ἵσταται,
  3. μεγάλα μεγαληγόρων κλυούσᾳ
  4. ἀνοσίων ἀνδρῶν. εἴθε γὰρ
  5. θεοὶ τοῦδʼ ὀλέσειαν ἐν γᾷ.
Ἄγγελος
  1. ἕκτον λέγοιμʼ ἂν ἄνδρα σωφρονέστατον,
  2. ἀλκήν τʼ ἄριστον μάντιν, Ἀμφιάρεω βίαν·
  3. Ὁμολωίσιν δὲ πρὸς πύλαις τεταγμένος