Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. Παρθενοπαῖος Ἀρκάς· ὁ δὲ τοιόσδʼ ἀνὴρ
  2. μέτοικος, Ἄργει δʼ ἐκτίνων καλὰς τροφάς,
  3. πύργοις ἀπειλεῖ τοῖσδʼ ἃ μὴ κραίνοι θεός.
Ἐτεοκλής
  1. εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν,
  2. αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν·
  3. ἦ τἂν πανώλεις παγκάκως τʼ ὀλοίατο.
  4. ἔστιν δὲ καὶ τῷδʼ, ὃν λέγεις τὸν Ἀρκάδα,
  5. ἀνὴρ ἄκομπος, χεὶρ δʼ ὁρᾷ τὸ δράσιμον,
  6. Ἄκτωρ ἀδελφὸς τοῦ πάρος λελεγμένου·
  7. ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ
  8. ἔσω πυλῶν ῥέουσαν ἀλδαίνειν κακά,
  9. οὐδʼ εἰσαμεῖψαι θηρὸς ἐχθίστου δάκους