Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. αὐτὸς κατόπτης δʼ εἴμʼ ἐγὼ τῶν πραγμάτων·
  2. ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται,
  3. ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος
  4. καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου,
  5. Ἄρη τʼ, Ἐνυώ, καὶ φιλαίματον Φόβον
  6. ὡρκωμότησαν ἢ πόλει κατασκαφὰς
  7. θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ,
  8. ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ·
  9. μνημεῖά θʼ αὑτῶν τοῖς τεκοῦσιν ἐς δόμους
  10. πρὸς ἅρμʼ Ἀδράστου χερσὶν ἔστεφον, δάκρυ
  11. λείβοντες· οἶκτος δʼ οὔτις ἦν διὰ στόμα.
  12. σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων