Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτων
  2. βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται,
  3. ἀλλʼ ἢ θανὼν τροφεῖα πληρώσει χθονί,
  4. ἢ καὶ δύʼ ἄνδρε καὶ πόλισμʼ ἐπʼ ἀσπίδος
  5. ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός.
  6. κόμπαζʼ ἐπʼ ἄλλῳ, μηδέ μοι φθόνει λέγων.
Χορός
  1. ἐπεύχομαι τῷδε μὲν εὐτυχεῖν, ἰὼ
  2. πρόμαχʼ ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν.
  3. ὡς δʼ ὑπέραυχα βάζουσιν ἐπὶ πτόλει
  4. μαινομένᾳ φρενί, τώς νιν
  5. Ζεὺς νεμέτωρ ἐπίδοι κοταίνων.
Ἄγγελος
  1. τέταρτος ἄλλος, γείτονας πύλας ἔχων
  2. Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται,
  3. Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος·
  4. ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω,
  5. ἔφριξα δινήσαντος· οὐκ ἄλλως ἐρῶ.
  6. ὁ σηματουργὸς δʼ οὔ τις εὐτελὴς ἄρʼ ἦν
  7. ὅστις τόδʼ ἔργον ὤπασεν πρὸς ἀσπίδι,
  8. Τυφῶνʼ ἱέντα πύρπνοον διὰ στόμα
  9. λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν·