Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- δορί ποτʼ ἐκλαπάξαι.
- καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις
- λέξω· τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλος
- ἐξ ὑπτίου ʼπήδησεν εὐχάλκου κράνους,
- πύλαισι Νηίστῃσι προσβαλεῖν λόχον.
- ἵππους δʼ ἐν ἀμπυκτῆρσιν ἐμβριμωμένας
- δινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι.
- φιμοὶ δὲ συρίζουσι βάρβαρον τρόπον,
- μυκτηροκόμποις πνεύμασιν πληρούμενοι.
- ἐσχημάτισται δʼ ἀσπὶς οὐ σμικρὸν τρόπον·
- ἀνὴρ δʼ· ὁπλίτης κλίμακος προσαμβάσεις
- στείχει πρὸς ἐχθρῶν πύργον, ἐκπέρσαι θέλων.
- βοᾷ δὲ χοὖτος γραμμάτων ἐν ξυλλαβαῖς,
- ὡς οὐδʼ ἂν Ἄρης σφʼ ἐκβάλοι πυργωμάτων.
- καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυον
- πόλεως ἀπείργειν τῆσδε δούλιον ζυγόν.
- πέμποιμʼ ἂν ἤδη τόνδε, σὺν τύχῃ δέ τῳ·
- καὶ δὴ πέπεμπται κόμπον ἐν χεροῖν ἔχων,
- Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν
- γένους,