Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος
- προσηδάφισται κοιλογάστορος κύκλου.
- αὐτὸς δʼ ἐπηλάλαξεν, ἔνθεος δʼ Ἄρει
- βακχᾷ πρὸς ἀλκὴν Θυιὰς ὣς φόβον βλέπων.
- τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον·
- Φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται.
- πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτʼ ἀγχίπτολις,
- πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσʼ ὕβριν,
- εἴρξει νεοσσῶν ὣς δράκοντα δύσχιμον·
- Ὑπέρβιος δέ, κεδνὸς Οἴνοπος τόκος,
- ἀνὴρ κατʼ ἄνδρα τοῦτον ᾑρέθη, θέλων
- ἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης,
- οὔτʼ εἶδος οὔτε θυμὸν οὐδʼ ὅπλων σχέσιν
- μωμητός, Ἑρμῆς δʼ εὐλόγως ξυνήγαγεν.
- ἐχθρὸς γὰρ ἁνὴρ ἀνδρὶ τῷ ξυστήσεται,
- ξυνοίσετον δὲ πολεμίους ἐπʼ ἀσπίδων
- θεούς· ὁ μὲν γὰρ πύρπνοον Τυφῶνʼ ἔχει,
- Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπʼ ἀσπίδος
- σταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων·
- κοὔπω τις εἶδε Ζῆνά που νικώμενον.