Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- Καπανεὺς δʼ ἀπειλεῖ, δρᾶν παρεσκευασμένος,
- θεοὺς ἀτίζων, κἀπογυμνάζων στόμα
- χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν
- πέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντʼ ἔπη·
- πέποιθα δʼ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον
- ἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένον
- μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου.
- ἀνὴρ δʼ ἐπʼ αὐτῷ, κεἰ στόμαργός ἐστʼ ἄγαν,
- αἴθων τέτακται λῆμα, Πολυφόντου βία,
- φερέγγυον φρούρημα, προστατηρίας
- Ἀρτέμιδος εὐνοίαισι σύν τʼ ἄλλοις θεοῖς.
- λέγʼ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα.