Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. καὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διὸς
  2. ἔριν πέδοι σκήψασαν ἐμποδὼν σχεθεῖν.
  3. τὰς δʼ ἀστραπάς τε καὶ κεραυνίους βολὰς
  4. μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν·
  5. ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον,
  6. φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη·
  7. χρυσοῖς δὲ φωνεῖ γράμμασιν πρήσω πόλιν.
  8. τοιῷδε φωτὶ πέμπε—τίς ξυστήσεται,
  9. τίς ἄνδρα κομπάζοντα μὴ τρέσας μενεῖ;
Ἐτεοκλής
  1. καὶ τῷδε κέρδει κέρδος ἄλλο τίκτεται.
  2. τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων
  3. ἡ γλῶσσʼ ἀληθὴς γίγνεται κατήγορος·