Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ὄλοιθʼ ὃς πόλει μεγάλʼ ἐπεύχεται,
- κεραυνοῦ δέ νιν βέλος ἐπισχέθοι,
- πρὶν ἐμὸν ἐσθορεῖν δόμον, πωλικῶν
- θʼ ἑδωλίων ὑπερκόπῳ
- δορί ποτʼ ἐκλαπάξαι.
- καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις
- λέξω· τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλος
- ἐξ ὑπτίου ʼπήδησεν εὐχάλκου κράνους,
- πύλαισι Νηίστῃσι προσβαλεῖν λόχον.
- ἵππους δʼ ἐν ἀμπυκτῆρσιν ἐμβριμωμένας
- δινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι.
- φιμοὶ δὲ συρίζουσι βάρβαρον τρόπον,