Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- νυκτηγορεῖσθαι κἀπιβουλεύσειν πόλει.
- ἀλλʼ ἔς τʼ ἐπάλξεις καὶ πύλας πυργωμάτων
- ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ,
- πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασιν
- πύργων στάθητε, καὶ πυλῶν ἐπʼ ἐξόδοις
- μίμνοντες εὖ θαρσεῖτε, μηδʼ ἐπηλύδων
- ταρβεῖτʼ ἄγαν ὅμιλον· εὖ τελεῖ θεός.
- σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ
- ἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ·
- καὶ τῶνδʼ ἀκούσας οὔ τι μὴ ληφθῶ δόλῳ.
- Ἐτεόκλεες, φέριστε Καδμείων ἄναξ,
- ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων,